«Πόσοι ἐπολέμησαν τὴν ᾿Εκκλησίαν, καὶ οἱ πολεμήσαντες ἀπώλοντο; αὕτη δὲ ὑπὲρ τῶν οὐρανῶν ἀναβέβηκε· Τοιοῦτον ἔχει μέγεθος ἡ Ἐκκλησία· πολεμουμένη νικᾷ· ἐπιβουλευομένη περιγίνεται· ὑβριζομένη, λαμπροτέρα καθίσταται· δέχεται τραύματα, καὶ οὐ καταπίπτει ὑπὸ τῶν ἑλκῶν· κλυδωνίζεται, ἀλλ᾿ οὐ καταποντίζεται· χειμάζεται, ἀλλὰ ναυάγιον οὐχ ὑπομένει· παλαίει, ἀλλ᾿ οὐχ ἡττᾶται· πυκτεύει, ἀλλ᾿ οὐ νικᾶται.» 30 May, 2019 0 21