«εἰς τὸ ὄνομα τοῦ θεοῦ τοῦ ἐλεοῦντος καὶ ἐλεήμονος. μακροημερεύσοι ὁ θεὸς ὁ ὕψιστος πάντοτε τὰς ἡμέρας τῆς βασιλείας τοῦ μεγάλου, τοῦ εὐεργετικοῦ, τοῦ φρονίμου, τοῦ λέοντος, τοῦ ἀνδρείου, τοῦ ἐν πολέμοις ὁρμητικοῦ, εἰς ὃν οὐ δύναταί τις σταθῆναι ἔμπροσθεν αὐτοῦ, τοῦ σοφωτάτου εἰς τὸ δόγμα αὐτοῦ, τοῦ δικαιοτάτου εἰς τὸν τόπον καὶ τὴν χώραν αὐτοῦ, τοῦ θεμελίου τῆς πίστεως καὶ τοῦ δόγματος τῶν Χριστιανῶν, τοῦ κίονος τοῦ ἀσείστου ἁπάντων τῶν βεβαπτισμένων, τοῦ βοηθοῦ τῶν δογμάτων τοῦ Χριστοῦ, τῆς σπάθης τῶν Μακεδόνων, τοῦ Σαμψὼν, τοῦ βασιλέως τῶν Ἑλλήνων, τοῦ βασιλέως τῶν Βουλγάρων, τῶν Ἀσανίων, τῶν Βλάχων, τῶν Ῥώσων καὶ τῶν Ἀλανῶν, τῆς τιμῆς τοῦ δόγματος τῶν Ἰβήρων καὶ τῶν Σύρων, τοῦ κληρονόμου τῆς βασιλείας τῆς γῆς αὐτοῦ, τοῦ αὐθέντου τῶν θαλασσῶν καὶ τῶν ποταμῶν τῶν μεγάλων καὶ τῶν νήσων, Ἀγγέλου Κομνηνοῦ Παλαιολόγου τοῦ Καντακουζηνοῦ. πάντοτε ἡ βασιλεία σου τὸ θέλημα αὐτῆς νὰ τὸ ζητῇ ἀπὸ τὴν Σουλτανικὴν ἐξουσίαν μου, καὶ ἀπὸ τὸ ὀσπήτιόν μας τὸ ἡγιασμένον καὶ πεφωτισμένον, καὶ ὡς ἔχομεν πᾶσαν δύναμιν νὰ πληρῶμεν τὴν ἀγάπην τῆς βασιλείας σου, καὶ καθὼς εὑρίσκετο τῶν προγόνων τῆς βασιλείας σου μετὰ τῶν προγόνων τῆς Σουλτανικῆς ἐξουσίας μου, καὶ καθὼς ἐπληροῦτο ἡ ὄρεξις τῶν βασιλέων τῶν προγόνων τῆς βασιλείας σου ἀπὸ τῆς αὐθεντίας μας, καὶ ηὐχαρίστουν μας πάντοτε ἐκεῖνοι, καὶ ἔπεμπαν εἰς τὴν ἡγιασμένην αὐλήν μας, καὶ συνετύγχαινάν μας, οὕτως πάλιν νὰ εὐεργετῆται ἡ ἀγάπη τῆς βασιλείας σου, καὶ νὰ πληροῦται ἡ ὄρεξις αὐτῆς ἀπὸ τῆς αὐθεντίας μας. καὶ διότι ἀπεκόπη καὶ ἐμάκρυνεν ἡ συνήθεια ἐκείνη, ἀπεστάλη ἡ γραφὴ αὕτη ἀπ’ ἐμᾶς νὰ ἀναγνωσθῇ ἔμπροσθεν εἰς τὸν μέγαν βασιλέα, εἰς ἔπαινον τῆς προτέρας φιλίας καὶ εἰς παρακίνησιν τῶν ζητημάτων, ὅτι πάντοτε μετὰ χαρᾶς νὰ ἔναι πεπληρωμένα, καὶ περισσότερα νὰ γίνωνται, καὶ τὸ ἦλθεν ἀπ’ ἐσᾶς εἰς τὸν πλατυσμὸν τῆς καλοσύνης μας τὸν γλυκύτατον, νὰ τὸ δεχώμεθά με τὴν καλογνωμίαν, καθὼς τὰ ἐδεξάμεθα, καὶ τῶρα καλὰ ἀπὸ τὰ χέρια τοῦ ἀποκρισιαρίου τῆς βασιλείας σου τοῦ ἄρχοντος τοῦ Μανουὴλ, καὶ παρελάβομεν αὐτὰ μετὰ εἰρήνης, καὶ ἐγνωρίσαμεν τὸ ἔγραφεν ἀπέσω.» 16 February, 2021 0 27