Friday 3 May 2024
Αντίβαρο
Κείμενα Ορθοδοξία

Ο Ακάθιστος Ύμνος

Τη σημερινή εποχή μία πέτρα να στραβοβάψει κανείς για να την πουλήσει σε χαζοτουρίστα, θα βάλει φαρδιά-πλατιά την υπογραφή του μην τυχόν χαθεί το όνομα του αυτάρεσκου καλλιτέχνη στο διάβα της Ιστορίας. Πριν από μερικούς αιώνες, γράφτηκε ένα αριστούργημα τέχνης, ένας ύψιστης ποιότητας ύμνος, ο οποίος ψάλλεται κάθε χρόνο (σήμερα!) σε κάθε γωνιά της γης, σε κάθε μικρή ή μεγάλη σύναξη Ορθόδοξων ναών. Ο Ακάθιστος Ύμνος. Ο συνθέτης και μελωδός ούτε καν που διανοήθηκε να ψιθυρίσει ποτέ το όνομά του. Κανείς δεν τον γνωρίζει. Είμαστε εμείς σήμερα που μας ενδιαφέρει, μας καίει, να τον αποδώσουμε σε ένα όνομα, να βρούμε ποιος τον έγραψε. Τότε δεν ένοιαζε κανέναν τότε. Απολαύστε τον!

 

http://www.myriobiblos.gr/texts/greek/anonymo_akathistos.html

[Ἀνωνύμου Υμνογράφου]

Ο Ακάθιστος Ύμνος

Κοντάκιον. Ἦχος πλ. δ’.

Τὸ προσταχθὲν μυστικῶς λαβὼν ἐν γνώσει,
ἐν τῇ σκηνῇ τοῦ Ἰωσὴφ σπουδῇ ἐπέστη,
ὁ ἀσώματος λέγων τῇ Ἀπειρογάμω•
ὁ κλίνας ἐν καταβάσει τοὺς οὐρανούς,
χωρεῑται ἀναλλοιώτως ὅλος ἐν σοι•
Ὃν καὶ βλέπων ἐν μήτρᾳ σου,
λαβόντα δούλου μορφήν,
ἐξίσταμαι κραυγάζων σοι•
Χαῖρε Νύμφη ἀνύμφευτε.

Ἕτερον. Ἦχος ὁ αὐτός.

Τῇ ὑπερμάχῷ στρατηγῷ τὰ νικητήρια,
ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια,
ἀναγράφω σοι ἡ πόλις σου, Θεοτόκε•
ἀλλ’ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον,
ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον,
ἵνα κράζω σοί• Χαῖρε Νύμφη ἀνύμφευτε.

ΟΙ ΟΙΚΟΙ
[Ἀκροστιχίς: κατ’ ἀλφάβητον]

Ἄγγελος πρωτοστάτης,
οὐρανόθεν ἐπέμφθη,
εἰπεῖν τῇ Θεοτόκω τὸ Χαῖρε•
καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ,
σωματούμενόν σε θεωρῶν, Κύριε,
ἐξίστατο καὶ ἵστατο,
κραυγάζων πρὸς Αὐτὴν τοιαῦτα•
Χαῖρε, δ’ ἧς ἡ χαρὰ ἐκλάμψει,
χαῖρε, δι’ ἧς ἡ ἀρὰ ἐκλείψει.
Χαῖρε, τοῦ πεσόντος Ἀδάμ ἡ ἀνάκλησις,
χαῖρε, τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.
Χαῖρε, ὕψος δυσανάβατον ἀθρωπίνοις λογισμοῖς,
χαῖρε, βάθος δυσθεώρητον καὶ ἀγγέλων ὀφθαλμοῖς.
Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα,
χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα.
Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν ἥλιον,
χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως.
Χαῖρε, δι’ ἧς νεουργεῖται ἡ κτίσις,
χαῖρε, δι’ ἧς βρεφουργεῖται ὁ Κτίστης.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Βλέπουσα ἡ Ἁγία,
ἑαυτήν ἐν ἁγνείᾳ,
φησὶ τῷ Γαβριὴλ θαρσαλέως•
τὸ παράδοξόν σου τῆς φωνῆς,
δυσπαράδεκτόν μου τῇ ψυχῇ φαίνεται•
ἀσπόρου γὰρ συλλήψεως,
τὴν κύησιν πὼς λέγεις κράζων•
Ἀλληλούια.

Γνῶσιν ἄγνωστον γνῶναι,
ἡ Παρθένος ζητοῦσα,
ἐβόησε πρὸς τὸν λειτουργοῦντα•
ἐκ λαγόνων ἁγνῶν,
υἷον πῶς ἔσται τεχθῆναι δυνατόν;
λέξον μοι.
Πρὸς ἥν ἐκεῖνος ἔφησεν ἐν φόβῳ,
πλὴν κραυγάζων οὕτω•
Χαῖρε, βουλῆς ἀπορρήτου μύστις,
χαῖρε, σιγῆς δεομένων πίστις.
Χαῖρε, τῶν θαυμάτων Χριστοῦ τὸ προοίμιον,
χαῖρε, τῶν δογμάτων αὐτοῦ τὸ κεφάλαιον.
Χαῖρε, κλῖμαξ ἐπουράνιε, δι’ ἧς κατέβη ὁ Θεός,
χαῖρε, γέφυρα μετάγουσα ἀπὸ γῆς πρὸς οὐρανόν.
Χαῖρε, τὸ τῶν Ἀγγέλων πολυθρύλητον θαῦμα,
χαῖρε, τὸ τῶν δαιμόνων πολυθρήνητον τραῦμα.
Χαῖρε, τὸ φῶς ἀρρήτως γεννήσασα,
χαῖρε, τὸ πῶς μηδένα διδάξασα.
Χαῖρε, σοφῶν ὑπερβαίνουσα γνῶσιν,
Χαῖρε, πιστῶν καταυγάζουσα φρένας.

Χαῖρε, Νύμφη Ἀνύμφευτε.

Δύναμις τοῦ Ὑψίστου,
ἐπεσκίασε τότε,
πρὸς σύλληψιν τῇ Ἀπειρογάμω•
καὶ τὴν εὔκαρπον ταύτης νηδύν,
ὡς ἀγρὸν ὑπέδειξεν ἡδὺν ἅπασι,
τοῖς θέλουσι θερίζειν σωτηρίαν,
ἐν τῷ ψάλλειν οὕτως•
Ἀλληλούια.

Ἔχουσα θεοδόχον,
ἡ Παρθένος τὴν μήτραν,
ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ.
Τὸ δὲ βρέφος ἐκείνης εὐθὺς ἐπιγνόν,
τὸν ταύτης ἀσπασμὸν ἔχαιρε,
καὶ ἅλμασιν ὡς ἄσμασιν,
ἐβόα πρὸς τὴν Θεοτόκον•
Χαῖρε, βλαστοῦ ἀμάραντου κλῆμα,
χαῖρε, καρποῦ ἀκήρατου κτῆμα.
Χαῖρε, γεωργὸν γεωργοῦσα φιλάνθρωπον,
χαῖρε, φυτουργὸν τῆς ζωῆς ἠμῶν φύουσα,
Χαῖρε, ἄρουρα βλαστάνουσα εὐφορίαν οἰκτιρμῶν,
χαῖρε, τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν.
Χαῖρε, ὅτι λειμῶνα τῆς τρυφῆς ἀναθάλλεις,
χαῖρε, ὅτι λιμένα τῶν ψυχῶν ἑτοιμάζεις.
Χαῖρε, δεκτὸν πρεσβείας θυμίαμα,
χαῖρε, παντός τοῦ κόσμου ἐξίλασμα.
Χαῖρε, Θεοῦ πρὸς θνητοὺς εὐδοκία,
χαῖρε, θνητῶν πρὸς Θεὸν παρρησία.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ζάλην ἔνδοθεν ἔχων,
λογισμῶν ἀμφιβόλων,
ὁ σώφρων Ἰωσὴφ ἐταράχθη•
πρὸς τὴν ἄγαμόν σὲ θεωρῶν,
καὶ κλεψίγαμον ὑπονοῶν Ἄμεμπτε•
μαθὼν δέ σου τὴν σύλληψιν,
ἐκ Πνεύματος Ἁγίου,
ἔφη•
Ἀλληλούια.

Ἤκουσαν oἱ ποιμένες,
τῶν Ἀγγέλων ὑμνούντων,
τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν•
καὶ δραμόντες ὡς πρὸς ποιμένα,
θεωροῦσι τοῦτον ὡς ἀμνὸν ἄμωμον,
ἐν γαστρὶ τῆς Μαρίας βοσκηθέντα,
ἥν ὑμνοῦντες εἶπον•
Χαῖρε, Ἀμνοῦ καὶ Ποιμένος Μῆτερ,
χαῖρε, αὐλὴ λογικῶν προβάτων.
Χαῖρε, ἀοράτων ἐχθρῶν ἀμυντήριον,
χαῖρε, Παραδείσου θυρῶν ἀνοικτήριον.
Χαῖρε, ὅτι τὰ οὐράνια συναγάλλεται τῇ γῇ,
χαῖρε, ὅτι τὰ ἐπίγεια συγχορεύει οὐρανοῖς.
Χαῖρε, τῶν Ἀποστόλων τὸ ἀσίγητον στόμα,
χαῖρε, τῶν Ἀθλοφόρων τὸ ἀνίκητον θάρσος.
Χαῖρε, στερρὸν τῆς πίστεως ἔρεισμα,
χαῖρε, λαμπρὸν τῆς Χάριτος γνώρισμα.
Χαῖρε, δι’ ἧς ἐγυμνώθη ὁ Ἅδης,
χαῖρε, δι’ ἧς ἐνεδύθημεν δόξαν.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Θεοδρόμον ἀστέρα,
θεωρήσαντες Μάγοι,
τῇ τούτου ἠκολούθησαν αἴγλῃ•
καὶ ὡς λύχνον κρατοῦντες αὐτόν,
δι’ αὐτοῦ ἠρεύνων κραταιὸν Ἄνακτα,
καὶ φθάσαντες τὸν ἄφθαστον,
ἐχάρησαν αὐτῷ βοῶντες•
Ἀλληλούια.

Ἴδον παῖδες Χαλδαίων,
ἐν χερσὶ τῆς Παρθένου,
τὸν πλάσαντα χειρὶ τοὺς ἀνθρώπους•
καὶ Δεσπότην νοοῦντες αὐτόν,
εἰ καὶ δούλου μορφὴν ἔλαβεν,
ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι,
καὶ βοῆσαι τῇ Εὐλογημένῃ•
Χαῖρε, ἀστέρος ἀδύτου Μήτηρ,
χαῖρε, αὐγὴ μυστικῆς ἡμέρας.
Χαῖρε, τῆς ἀπάτης τὴν κάμινον σβέσασα,
χαῖρε, τῆς Τριάδος τοὺς μύστας φωτίζουσα.
Χαῖρε, τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα τῆς ἀρχῆς,
χαῖρε, Κύριον φιλάνθρωπον ἐπιδείξασα Χριστόν.
Χαῖρε, ἡ τῆς βαρβάρου λυτρουμένη θρησκείας,
χαῖρε, ἢ τοῦ βορβόρου ρυομένη τῶν ἔργων.
Χαῖρε πυρὸς προσκύνησιν παύσασα,
χαῖρε, φλογὸς παθῶν ἀπαλλάττουσα.
Χαῖρε, πιστῶν ὁδηγὲ σωφροσύνης,
χαῖρε, πασῶν γενεῶν εὐφροσύνη.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Κήρυκες θεοφόροι,
γεγονότες οἱ Μάγοι,
ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα,
ἐκτελέσαντές σου τὸν χρησμόν,
καὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν,
ἀφέντες τὸν Ἡρώδην ὡς ληρώδη,
μὴ εἰδότα ψάλλειν•
Ἀλληλούια.

Λάμψας ἐν τῇ Αἰγύπτῳ,
φωτισμὸν ἀληθείας ἐδίωξας,
τοῦ ψεύδους τὸ σκότος•
τὰ γὰρ εἴδωλα ταύτης Σωτήρ,
μὴ ἐνέγκαντά σου τὴν ἰσχὺν πέπτωκεν,
οἱ τούτων δὲ ρυσθέντες,
ἐβόων πρὸς τὴν Θεοτόκον•
Χαῖρε, ἀνόρθωσις τῶν ἀνθρώπων,
χαῖρε, κατάπτωσις τῶν δαιμόνων.
Χαῖρε, τὴν ἀπάτης τὴν πλάνην πατήσασα,
χαῖρε, τῶν εἰδώλων τὴν δόξαν ἐλεγξασα.
Χαῖρε, θάλασσα ποντίσασα Φαραὼ τὸν νοητόν,
χαῖρε, πέτρα ἡ ποτίσασα τοὺς διψῶντας τὴν ζωὴν.
Χαῖρε, πύρινε στῦλε ὁδηγῶν τοὺς ἐν σκότει,
χαῖρε, σκέπη τοῦ κόσμου πλατυτέρα νεφέλης.
Χαῖρε, τροφὴ τοῦ μάνα διάδοχε,
χαῖρε, τρυφῆς ἁγίας διάκονε.
Χαῖρε, ἡ γῆ τῆς ἐπαγγελίας,
χαῖρε, ἐξ ἧς ρέει μέλι καὶ γάλα.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Μέλλοντος Συμεῶνος,
τοῦ παρόντος αἰῶνος,
μεθίστασθαι τοῦ ἀπατεῶνος,
ἐπεδόθης ὡς βρέφος αὐτῷ,
ἀλλ’ ἐγνώσθης τούτω καὶ Θεὸς τέλειος•
διόπερ ἐξεπλάγη σου τὴν ἄρρητον σοφίαν,
κράζων•
Ἀλληλούια.

Νέαν ἔδειξε κτίσιν,
ἐμφανίσας ὁ Κτίστης,
ἡμῖν τοῖς ὑπ’ αὐτοῦ γενομένοις•
ἐξ ἀσπόρου βλαστήσας γαστρός,
καὶ φυλάξας ταύτην,
ὥσπερ ἦν ἄφθορον,
ἵνα τὸ θαῦμα βλέποντες,
ὑμνήσωμεν αὐτὴν βοῶντες•
Χαῖρε, τὸ ἄνθος τῆς ἀφθαρσίας,
χαῖρε, τὸ στέφος τῆς ἐγκρατείας.
Χαῖρε, ἀναστάσεως τύπον ἐκλάμπουσα,
χαῖρε, τῶν Ἀγγέλων τὸν βίον ἐμφαίνουσα.
Χαῖρε, δένδρον ἀγλαόκαρπον, ἐξ οὗ τρέφονται πιστοί,
χαῖρε, ξύλον εὐσκιόφυλλον, ὑφ’ οὗ σκέπονται πολλοί.
Χαῖρε, κυοφοροῦσα ὁδηγὸν πλανωμένοις,
χαῖρε, ἀπογεννῶσα λυτρωτὴν αἰχμαλώτοις.
Χαῖρε, Κριτοῦ δικαίου δυσώπησις,
χαῖρε, πολλῶν πταιόντων συγχώρησις.
Χαῖρε, στολὴ τῶν γυμνῶν παρρησίας,
χαῖρε, στοργὴ πάντα πόθον νικῶσα.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ξένον τόκον ἰδόντες,
ξενωθῶμεν τοῦ κόσμου, τὸν νοῦν εἰς οὐρανὸν μεταθέντες•
διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς Θεός,
ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄνθρωπος•
βουλόμενος ἑλκύσαι πρὸς τὸ ὕψος,
τοὺς αὐτῷ βοώντας•
Ἀλληλούια.

Ὅλως ἦν ἐν τοῖς κάτω,
καὶ τῶν ἄνω οὐδόλως ἀπῆν,
ὁ ἀπερίγραπτος Λόγος•
συγκατάβασις γὰρ θεϊκή,
οὐ μετάβασις τοπικὴ γέγονε,
καὶ τόκος ἐκ Παρθένου θεολήπτου,
ἀκουούσης ταῦτα•
Χαῖρε, Θεοῦ ἀχωρήτου χώρα,
χαῖρε, σεπτοῦ μυστηρίου θύρα.
Χαῖρε, τῶν ἀπίστων ἀμφίβολον ἄκουσμα,
χαῖρε, τῶν πιστῶν ἀναμφίβολον καύχημα.
Χαῖρε, ὄχημα πανάγιον τοῦ ἐπὶ τῶν Χερουβείμ,
χαῖρε, οἴκημα πανάριστον τοῦ ἐπὶ τῶν Σεραφείμ.
Χαῖρε, ἡ τἀναντία εἰς ταὐτὸ ἀγαγοῦσα,
χαῖρε, ἡ παρθενίαν καὶ λοχείαν ζευγνῦσα.
Χαῖρε, δι’ ἧς ἐλύθη παράβασις,
χαῖρε, δι’ ἧς ἠνοίχθη παράδεισος.
Χαῖρε, ἡ κλεὶς τῆς Χριστοῦ βασιλείας,
χαῖρε, ἐλπὶς ἀγαθῶν αἰωνίων.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Πᾶσα φύσις Ἀγγέλων,
κατεπλάγη τὸ μέγα,
τῆς σῆς ἐνανθρωπήσεως ἔργον•
τὸν ἀπρόσιτον γὰρ ὡς Θεόν,
ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον,
ἡμῖν μὲν συνδιάγοντα,
ἀκούοντα δὲ παρὰ πάντων οὕτως•
Ἀλληλούια.

Ρήτορας πολυφθόγγους,
ὡς ἰχθύας ἀφώνους,
ὁρῶμεν ἐπὶ σοὶ Θεοτόκε•
ἀποροῦσι γὰρ λέγειν,
τὸ πῶς καὶ Παρθένος μένεις,
καὶ τεκεῖν ἴσχυσας•
ἡμεῖς δὲ τὸ μυστήριο ν θαυμάζοντες,
πιστῶς βοῶμεν•
Χαῖρε, σοφίας Θεοῦ δοχεῖον,
χαῖρε, προνοίας αὐτοῦ ταμεῖον.
Χαῖρε, φιλοσόφους ἀσόφους δεικνύουσα,
χαῖρε, τεχνολόγους ἀλόγους ἐλέγχουσα.
Χαῖρε, ὅτὶ ἐμωράνθησαν οἱ δεινοὶ συζητηταί,
χαῖρε, ὅτι ἐμαράνθησαν οἱ τῶν μύθων ποιηταί.
Χαῖρε, τῶν Ἀθηναίων τὰς πλοκὰς διασπῶσα,
χαῖρε, τῶν ἁλιέων τὰς σαγήνας πληροῦσα.
Χαῖρε, βυθοῦ ἀγνοίας ἐξέλκουσα,
χαῖρε, πολλοὺς ἐν γνώσει φωτίζουσα.
Χαῖρε, ὁλκὰς τῶν θελόντων σωθῆναι,
χαῖρε, λιμὴν τῶν τοῦ βίου πλωτήρων.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Σῶσαι θέλων τὸν κόσμον,
ὁ τῶν ὅλων κοσμήτωρ,
πρὸς τοῦτον αὐτεπάγγελτος ἦλθε•
καὶ ποιμὴν ὑπάρχων ὡς Θεός,
δι’ ἡμᾶς ἐφάνη καθ’ ἡμᾶς ἄνθρωπος•
ὁμοίῳ γὰρ τὸ ὅμοιον καλέσας,
ὡς Θεὸς ἀκούει•
Ἀλληλούια.

Τεῖχος εἶ τῶν παρθένων,
Θεοτόκε Παρθένε,
καὶ πάντων τῶν εἰς σὲ προστρεχόντων.
Ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς,
κατεσκεύασέ σε ποιητής, Ἄχραντε,
οἰκήσας ἐν τῇ μήτρα σου,
καὶ πάντας σοι προσφωνεῖν διδάξας•
Χαῖρε, ἡ στήλη τῆς παρθενίας,
χαῖρε, ἡ πύλη τῆς σωτήριας.
Χαῖρε, ἀρχηγὲ νοητῆς ἀναπλάσεως,
χαῖρε, χορηγὲ θεϊκῆς ἀγαθότητος.
Χαῖρε, σὺ γὰρ ἀνεγέννησας τοὺς συλληφθέντας αἰσχρῶς,
χαῖρε, σὺ γὰρ ἐνουθέτησας τοὺς συληθέντας τὸν νοῦν.
Χαῖρε, ἡ τὸν φθορέα τῶν φρενῶν καταργοῦσα,
χαῖρε, ἡ τὸν σπορέα τῆς ἁγνείας τεκοῦσα.
Χαῖρε, παστάς ἀσπόρου νυμφεύσεως,
χαῖρε, πιστοὺς Κυρίῳ ἁρμόζουσα.
Χαῖρε, καλὴ κουροτρόφε παρθένων,
χαῖρε, ψυχῶν νυμφοστόλε ἁγίων.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ὕμνος ἅπας ἡττᾶται,
συνεκτείνεσθαι σπεύδων,
τῷ πλήθει τῶν πολλῶν οἰκτιρμῶν σου•
ἰσαρίθμους γὰρ τῇ ψάμμῳ ὠδάς,
ἂν προσφέρωμέν σοι, Βασιλεῦ ἅγιε,
οὐδὲν τελοῦμεν ἄξιον,
ὧν δέδωκας ἡμῖν τοῖς σοὶ βοῶσιν•
Ἀλληλούια.

Φωτοδόχον λαμπάδα,
τοῖς ἐν σκότει φανεῖσαν,
ὁρῶμεν τὴν ἁγίαν Παρθένον•
τὸ γὰρ ἄυλον ἅπτουσα φῶς,
ὁδηγεῖ πρὸς γνῶσιν θεϊκὴν ἅπαντας,
αὐγῇ τὸν νοῦν φωτίζουσα,
κραυγῇ δὲ τιμωμένη ταῦτα•
Χαῖρε, ἀκτὶς νοητοῦ ἡλίου,
χαῖρε, βολὶς τοῦ ἀδύτου φέγγους.
Χαῖρε, ἀστραπὴ τὰς ψυχὰς καταλάμπουσα,
χαῖρε, ὡς βροντὴ τοὺς ἐχθροὺς καταπλήττουσα.
Χαῖρε, ὅτι τὸν πολύφωτον ἀνατέλλεις φωτισμόν,
Χαῖρε, ὅτι τὸν πολύρρυτον ἀναβλύζεις ποταμόν.
Χαῖρε, τῆς κολυμβήθρας ζωγραφοῦσα τὸν τύπον,
χαῖρε, τῆς ἁμαρτίας ἀναιροῦσα τὸν ρύπον.
Χαῖρε, λουτὴρ ἔκπλυνων συνείδησιν,
χαῖρε, κρατὴρ κιρνῶν ἀγαλλίασιν.
Χαῖρε, ὀσμὴ τῆς Χριστοῦ εὐωδίας,
χαῖρε, ζωὴ μυστικῆς εὐωχίας.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Χάριν δοῦναι θελήσας,
ὀφλημάτων ἀρχαίων,
ὁ πάντων χρεωλύτης ἀνθρώπων,
ἐπεδήμησε δι’ἑαυτοῦ,
πρὸς τοὺς ἀποδήμους τῆς αὐτοῦ Χάριτος•
καὶ σχίσας τὸ χειρόγραφον,
ἀκούει παρὰ πάντων οὕτως•
Ἀλληλούια.

Ψάλλοντές σου τὸν τόκον,
ἀνυμνοῦμέν σε πάντες,
ὡς ἔμψυχον ναόν, Θεοτόκε.
Ἐν τῇ σῇ γὰρ οὶκήσας γαστρί,
ὁ συνέχων πάντα τῇ χειρὶ Κύριος,
ἡγίασεν, ἐδόξασεν, ἐδίδαξε βοᾶν σοὶ πάντας•
Χαῖρε, σκηνὴ τοῦ Θεοῦ καὶ Λόγου,
χαῖρε, Ἁγία ἁγίων μείζων.
Χαῖρε, κιβωτὲ χρυσωθεῖσα τῷ Πνεύματι,
χαῖρε, θησαυρὲ τῆς ζωῆς ἀδαπάνητε.
Χαῖρε, τίμιον διάδημα βασιλέων εὐσεβῶν,
χαῖρε, καύχημα σεβάσμιον ἱερέων εὐλαβῶν.
Χαῖρε, τῆς Ἐκκλησίας ὁ ἀσάλευτος πύργος,
χαῖρε, τῆς Βασιλείας τὸ ἀπόρθητον τεῖχος.
Χαῖρε, δι’ ἧς ἐγείρονται τρόπαια,
χαῖρε, δι’ ἧς ἐχθροὶ καταπίπτουσι.
Χαῖρε, χρωτὸς τοῦ ἐμοῦ θεραπεία,
χαῖρε, ψυχῆς τῆς ἐμῆς σωτηρία.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ὦ πανύμνητε Μῆτερ,
ἡ τεκοῦσα τὸν πάντων ἁγίων,
ἁγιώτατον Λόγον•
δεξαμένη γὰρ τὴν νῦν προσφοράν,
ἀπὸ πάσης ρῦσαι συμφορᾶς ἅπαντας,
καὶ τῆς μελλούσης λύτρωσαι κολάσεως,
τοὺς σοὶ βοῶντας•
Ἀλληλούια.

 

 

Σε άλλη μορφή

http://el.wikipedia.org/wiki/Ακάθιστος_ύμνος

Οι 24 οίκοι του Ακαθίστου Ύμνου
Γράμμα Διήγηση Θέμα Χαιρετισμό
απευθύνει
Εφύμνιο
ιστορικό μέρος
Greek uc alpha.svg γγελος πρωτοστάτης οὐρανόθεν ἐπέμφθη εἰπεῖν τῇ Θεοτόκῳ τὸ Χαῖρε· καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ σωματούμενόν σε θεωρῶν, Κύριε, ἐξίστατο καὶ ἵστατο κραυγάζων πρὸς Αὐτὴν τοιαῦτα Ο αρχάγγελος Γαβριήλ έρχεται και φέρνει το θεϊκό μήνυμα, το «χαῖρε», στη Θεοτόκο Αρχάγγελος Γαβριήλ Χαῖρε, νύμφη ἀνύμφευτε
Greek uc beta.svg Βλέπουσα ἡ Ἁγία ἑαυτήν ἐν ἁγνείᾳ, φησὶ τῷ Γαβριὴλ θαρσαλέως· τὸ παράδοξόν σου τῆς φωνῆς, δυσπαράδεκτόν μου τῇ ψυχῇ φαίνεται· ἀσπόρου γὰρ συλλήψεως, τὴν κύησιν πὼς λέγεις κράζων Η Θεοτόκος απορεί για τον παράδοξο τρόπο της συλλήψεως Ἀλληλούια
Greek uc gamma.png Γνῶσιν ἄγνωστον γνῶναι ἡ Παρθένος ζητοῦσα, ἐβόησε πρὸς τὸν λειτουργοῦντα· ἐκ λαγόνων ἁγνῶν υἷον πῶς ἔσται τεχθῆναι δυνατόν; λέξον μοι. Πρὸς ἥν ἐκεῖνος ἔφησεν ἐν φόβῳ, πλὴν κραυγάζων οὕτω Ο Γαβριήλ της εξηγεί την απόρρητη βουλή του Θεού Αρχάγγελος Γαβριήλ Χαῖρε, νύμφη ἀνύμφευτε
Greek uc delta.svg Δύναμις τοῦ Ὑψίστου ἐπεσκίασε τότε πρὸς σύλληψιν τῇ Ἀπειρογάμῳ· καὶ τὴν εὔκαρπον ταύτης νηδύν ὡς ἀγρὸν ὑπέδειξεν ἡδὺν ἅπασι τοῖς θέλουσι θερίζειν σωτηρίαν ἐν τῷ ψάλλειν οὕτως Η δύναμη του Θεού επισκιάζει την Παρθένο και συλλαμβάνει τον Υιό του Θεού Ἀλληλούια
Greek uc epsilon.svg χουσα θεοδόχον ἡ Παρθένος τὴν μήτραν, ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ. Τὸ δὲ βρέφος ἐκείνης εὐθὺς ἐπιγνόν τὸν ταύτης ἀσπασμὸν ἔχαιρε καὶ ἅλμασιν ὡς ἄσμασιν ἐβόα πρὸς τὴν Θεοτόκον Η Θεοτόκος επισκέπτεται τη συγγενή της Ελισάβετ, η οποία κυοφορεί τον Πρόδρομο, και ανταλλάσσουν προφητικούς λόγους Ιωάννης ο Βαπτιστής (ως έμβρυο) Χαῖρε, νύμφη ἀνύμφευτε
Greek uc zeta.png Ζάλην ἔνδοθεν ἔχων λογισμῶν ἀμφιβόλων, ὁ σώφρων Ἰωσὴφ ἐταράχθη· πρὸς τὴν ἄγαμόν σὲ θεωρῶν καὶ κλεψίγαμον ὑπονοῶν Ἄμεμπτε· μαθὼν δέ σου τὴν σύλληψιν ἐκ Πνεύματος Ἁγίου, ἔφη Ο Ιωσήφ, μνηστήρας της Παρθένου, αμφιβάλλει, αλλά ενημερώνεται από τον άγγελο για το μυστήριο της συλλήψεως Ἀλληλούια
Greek uc eta.png κουσαν oἱ ποιμένες τῶν Ἀγγέλων ὑμνούντων τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν· καὶ δραμόντες ὡς πρὸς ποιμένα, θεωροῦσι τοῦτον ὡς ἀμνὸν ἄμωμον ἐν γαστρὶ τῆς Μαρίας βοσκηθέντα, ἥν ὑμνοῦντες εἶπον Ο Χριστός γεννιέται και οι ποιμένες έρχονται και Τον προσκυνούν οι ποιμένες Χαῖρε, νύμφη ἀνύμφευτε
Greek uc theta.png Θεοδρόμον ἀστέρα θεωρήσαντες Μάγοι, τῇ τούτου ἠκολούθησαν αἴγλῃ· καὶ ὡς λύχνον κρατοῦντες αὐτόν, δι’ αὐτοῦ ἠρεύνων κραταιὸν Ἄνακτα καὶ φθάσαντες τὸν ἄφθαστον, ἐχάρησαν αὐτῷ βοῶντες Το αστέρι δείχνει τον δρόμο στους μάγους της Ανατολής Ἀλληλούια
Greek uc iota.png δον παῖδες Χαλδαίων ἐν χερσὶ τῆς Παρθένου τὸν πλάσαντα χειρὶ τοὺς ἀνθρώπους· καὶ Δεσπότην νοοῦντες αὐτόν, εἰ καὶ δούλου μορφὴν ἔλαβεν, ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι καὶ βοῆσαι τῇ Εὐλογημένῃ Η προσκύνηση των μάγων οι Μάγοι Χαῖρε, νύμφη ἀνύμφευτε
Greek uc kappa.png Κήρυκες θεοφόροι γεγονότες οἱ Μάγοι, ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα ἐκτελέσαντές σου τὸν χρησμόν καὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν, ἀφέντες τὸν Ἡρώδην ὡς ληρώδη μὴ εἰδότα ψάλλειν Οι μάγοι (θεοφόροι κήρυκες) επιστρέφουν από άλλο δρόμο στη Βαβυλώνα Ἀλληλούια
Greek uc lamda.png Λάμψας ἐν τῇ Αἰγύπτῳ φωτισμὸν ἀληθείας ἐδίωξας τοῦ ψεύδους τὸ σκότος· τὰ γὰρ εἴδωλα ταύτης Σωτήρ μὴ ἐνέγκαντά σου τὴν ἰσχὺν πέπτωκεν, οἱ τούτων δὲ ῥυσθέντες ἐβόων πρὸς τὴν Θεοτόκον Η φυγή στην Αίγυπτο οι πιστοί που ερύσθησαν από τα είδωλα Χαῖρε, νύμφη ἀνύμφευτε
Greek uc mu.png Μέλλοντος Συμεῶνος τοῦ παρόντος αἰῶνος μεθίστασθαι τοῦ ἀπατεῶνος, ἐπεδόθης ὡς βρέφος αὐτῷ ἀλλ’ ἐγνώσθης τούτω καὶ Θεὸς τέλειος· διόπερ ἐξεπλάγη σου τὴν ἄρρητον σοφίαν κράζων Ο Συμεών δέχεται στην αγκάλη του ως βρέφος τον Χριστό Ἀλληλούια
δογματικό-θεολογικό μέρος
Greek uc nu.png Νέαν ἔδειξε κτίσιν ἐμφανίσας ὁ Κτίστης ἡμῖν τοῖς ὑπ’ αὐτοῦ γενομένοις· ἐξ ἀσπόρου βλαστήσας γαστρός καὶ φυλάξας ταύτην ὥσπερ ἦν ἄφθορον, ἵνα τὸ θαῦμα βλέποντες ὑμνήσωμεν αὐτὴν βοῶντες Ο Λόγος του Θεού με την σάρκωσή Του δημιουργεί νέα κτίση, η οποία τον δοξολογεί οι πιστοί Χαῖρε, νύμφη ἀνύμφευτε
Greek uc xi.png Ξένον τόκον ἰδόντες, ξενωθῶμεν τοῦ κόσμου, τὸν νοῦν εἰς οὐρανὸν μεταθέντες· διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς Θεός ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄνθρωπος· βουλόμενος ἑλκύσαι πρὸς τὸ ὕψος τοὺς αὐτῷ βοώντας Ο παράξενος -«ὁ ξένος» – τόκος προτρέπει τους ανθρώπους να αποξενωθούν από τον κόσμο και να υψώσουν το νου τους στον ουρανό Ἀλληλούια
Greek uc omicron.png λως ἦν ἐν τοῖς κάτω καὶ τῶν ἄνω οὐδόλως ἀπῆν ὁ ἀπερίγραπτος Λόγος· συγκατάβασις γὰρ θεϊκή, οὐ μετάβασις τοπικὴ γέγονε, καὶ τόκος ἐκ Παρθένου θεολήπτου ἀκουούσης ταῦτα Όλος ήταν στην γη ο δοξολογούμενος Λόγος, αλλά και από τον ουρανό δεν απουσίαζε οι πιστοί Χαῖρε, νύμφη ἀνύμφευτε
Greek pi.svg Πᾶσα φύσις Ἀγγέλων κατεπλάγη τὸ μέγα τῆς σῆς ἐνανθρωπήσεως ἔργον· τὸν ἀπρόσιτον γὰρ ὡς Θεόν ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον, ἡμῖν μὲν συνδιάγοντα, ἀκούοντα δὲ παρὰ πάντων οὕτως Οι άγγελοι θαύμασαν το έργο της ενανθρώπησης του Θεού και την κοινωνία του με τους ανθρώπους Ἀλληλούια
Greek uc rho.png ήτορας πολυφθόγγους ὡς ἰχθύας ἀφώνους ὁρῶμεν ἐπὶ σοὶ Θεοτόκε· ἀποροῦσι γὰρ λέγειν τὸ πῶς καὶ Παρθένος μένεις καὶ τεκεῖν ἴσχυσας· ἡμεῖς δὲ τὸ μυστήριον θαυμάζοντες πιστῶς βοῶμεν Οι σοφοί του κόσμου μένουν άφωνοι, μη μπορώντας νά εξηγήσουν το μυστήριο της γεννήσεως οι πιστοί Χαῖρε, νύμφη ἀνύμφευτε
Greek uc sigma.svg Σῶσαι θέλων τὸν κόσμον ὁ τῶν ὅλων κοσμήτωρ, πρὸς τοῦτον αὐτεπάγγελτος ἦλθε· καὶ ποιμὴν ὑπάρχων ὡς Θεός, δι’ ἡμᾶς ἐφάνη καθ’ ἡμᾶς ἄνθρωπος· ὁμοίῳ γὰρ τὸ ὅμοιον καλέσας ὡς Θεὸς ἀκούει Ο Ποιμένας-Θεός γίνεται πρόβατο–άνθρωπος για να σώσει τον κόσμο Ἀλληλούια
Greek uc tau.svg Τεῖχος εἶ τῶν παρθένων, Θεοτόκε Παρθένε, καὶ πάντων τῶν εἰς σὲ προστρεχόντων. Ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς κατεσκεύασέ σε ποιητής, Ἄχραντε, οἰκήσας ἐν τῇ μήτρᾳ σου καὶ πάντας σοι προσφωνεῖν διδάξας Η Παρθένος γίνεται τείχος που προστατεύει όλους τους πιστούς οι πιστοί Χαῖρε, νύμφη ἀνύμφευτε
Greek uc upsilon.png μνος ἅπας ἡττᾶται συνεκτείνεσθαι σπεύδων τῷ πλήθει τῶν πολλῶν οἰκτιρμῶν σου· ἰσαρίθμους γὰρ τῇ ψάμμῳ ὠδάς ἂν προσφέρωμέν σοι, Βασιλεῦ ἅγιε, οὐδὲν τελοῦμεν ἄξιον ὧν δέδωκας ἡμῖν τοῖς σοὶ βοῶσιν Κανένας ύμνος δεν επαρκεί για να υμνηθεί ο Σαρκωθείς Βασιλέας Ἀλληλούια
Phi.svg Φωτοδόχον λαμπάδα τοῖς ἐν σκότει φανεῖσαν ὁρῶμεν τὴν ἁγίαν Παρθένον· τὸ γὰρ ἄυλον ἅπτουσα φῶς ὁδηγεῖ πρὸς γνῶσιν θεϊκὴν ἅπαντας αὐγῇ τὸν νοῦν φωτίζουσα κραυγῇ δὲ τιμωμένη ταῦτα Η Θεοτόκος είναι η λαμπάδα, που καθοδηγεί τους πιστούς στη Θεογνωσία οι πιστοί Χαῖρε, νύμφη ἀνύμφευτε
Greek uc chi.svg Χάριν δοῦναι θελήσας ὀφλημάτων ἀρχαίων ὁ πάντων χρεωλύτης ἀνθρώπων ἐπεδήμησε δι’ἑαυτοῦ πρὸς τοὺς ἀποδήμους τῆς αὐτοῦ Χάριτος· καὶ σχίσας τὸ χειρόγραφον ἀκούει παρὰ πάντων οὕτως Ο Χριστός ήρθε στο κόσμο για να του δώσει χάρη Ἀλληλούια
Psi2.svg Ψάλλοντές σου τὸν τόκον ἀνυμνοῦμέν σε πάντες ὡς ἔμψυχον ναόν, Θεοτόκε. Ἐν τῇ σῇ γὰρ οὶκήσας γαστρί ὁ συνέχων πάντα τῇ χειρὶ Κύριος, ἡγίασεν, ἐδόξασεν, ἐδίδαξε βοᾶν σοὶ πάντας Η Θεοτόκος είναι έμψυχος ναός στον οποίο δοξάζεται ο Χριστός οι πιστοί Χαῖρε, νύμφη ἀνύμφευτε
Greek uc Omega.svg πανύμνητε Μῆτερ, ἡ τεκοῦσα τὸν πάντων ἁγίων ἁγιώτατον Λόγον· δεξαμένη γὰρ τὴν νῦν προσφοράν, ἀπὸ πάσης ῥῦσαι συμφορᾶς ἅπαντας καὶ τῆς μελλούσης λύτρωσαι κολάσεως τοὺς σοὶ βοῶντας Ύμνος και ικεσία προς την Παρθένο Ἀλληλούια

Leave a Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.